| Τὸν οὐρανὸν τίς δημιουργεῖ τῶ λόγω, | |
| Καὶ γῆν ἐφαπλοῖ, Μωϋσῆς καθὼς γράφει, | |
| Καὶ τᾶλλα πάντα τῶν θεόπτου ῥημάτων, | |
| Ἐνταῦθά μοι γνοὺς ἐκ λόγων Χρυσοστόμου, | |
| Τορώτερον σάλπιγγος ἠχήσεις λέγων˙ | |
| Σῆς ἔργα ταῦτα χειρός, ὦ παντοκράτορ, | |
| Ἦι πᾶν ὑπέστη καὶ συνέστη καὶ μένει, | |
| Ὡς οἶδας αὐτός, ὡς ἐπίστασαι μόνος. | |
| Ἀλλʹ ὦ βραχίων δεξιᾶς ἀκηράτου, | |
| Τὸν ταῦτα χειρὸς ἔργα νῦν καλλιγράφου, | |
| Δείξαντα καὶ προθέντα κοινὴν εἰς χάριν, | |
| Σώζειν καταξίωσον οἷς οἶδας τρόποις. |
Last modified: 2019-05-22.
