| + ἐκ δογμάτων τὸ μεῖζον ὕψους τῶν βίβλων· | |
| ἐκ ῥημάτων τὸ πλεῖον ὥρας καὶ τέχνης· | |
| ἄμφω φερουσῶν κλῆσις οὗ θεῖοι λόγοι· | |
| δοὺς καὶ τὸν ἐκτὸς κόσμον ἐκ τῶν πραγμάτων· | |
| ὁ πατρίκιος εὐσεβὴς νικηφόρος· | |
| τῶι φιλοτίμω τοῦ πόθου καὶ τοῦ τρόπου. | |
| μᾶλλον τὸ νικᾶν ἐμπαρέσχε ταῖς βίβλοις· | |
| ἃς δῶρον ὥς τι τῶ πλάσαντι προσφέρων· | |
| πλουτεῖ μὲν αὐτὸς τὰς ἐκεῖθεν ἐλπίδας· | |
| πρὸς τῆ λυτρώσει τῶν σφαλέντων ἐν βίω· | |
| εὐδοκία δὲ προξενεῖ τῆ συζύγω· | |
| μνήμην ἀνεξάλειπτον ἐκ γῆς ἠρμένη· |
Last modified: 2021-12-08.
