| † ἄναξ ῥωμανὲ τῆς ὅλης οἰκουμέν(ης) | |
| ἀπῆλθες ἐστράτευσας ὡπλίσω πάλιν. | |
| ἀλλ’ ἀντανῆλθεν ἡ στράτευσ(ις) εἰς φόνους | |
| βουλῆ πονηρᾶ τῶν κρατώντ(ων) αὐσόν(ων) | |
| βέβηλος ὥσπερ ἐστερήθης ὀμμάτων | |
| βίου τὲ τὴν στέρησ(ιν) ὑπέστης ἄναξ· | |
| γελῶσι νῦν ἅπαντες ἐχθροὶ συντόμως | |
| γέλωτα θερμ(ὸν) οὐχ ὅρον κεκτημένον. |
Last modified: 2019-08-14.
