| Εἰς τὸν ἅγιον ἀπόστολον καὶ εὐαγγελιστήν λουκάν:- | στίχοι:- | |
| Πρώην ἀκέστωρ σωμάτων μόνων πέλων:- | |
| Ἐκ τῶν γαληνοῦ βιβλίων κιπποκράτους:- | |
| Ψυχῶν ιατρὸς ὕστερον σοφὸς λίαν· | |
| Πολλῶν ἐδείχθης ὡς μαθητῆς τοῦ λόγου:∙ | |
| Ἐεὐαγγελιστὴς ῥητορεύσας ἐνθέως:∙ | |
| Τὰ τῆς δι᾿ ἡμᾶς σαρκικῆς παρουσίας:∙ | |
| Αὐτοῦ μέγιστα τῶν τεραστίων βάθη:∙ | |
| Διὸ πρὸς αὐτὸν εὐσθενὴ παρρησίαν:∙ | |
| Λουκὰ θεόφρον ἀξίως καὶ νὺν ἔχων:- | |
| Τὸν πίστεως τεύξαντα (καὶ) πόθου μέτα: | |
| Τὴν πάνσοφόν σου τήνδε βίβλον τῶν λόγων:∙ | |
| Σώζοις λιταῖς σου καὶ καλῶς διἐξαγοις:- |
Last modified: 2019-09-04.
