| ὑψηπετάσας ἄνωθεν τὸν νοῦν καὶ τὴν καρδίαν, | |
| καὶ νουνεχῶς τοῖς ὄμμασιν ἔνδοθεν περιβλέπ(ων), | |
| ὅλος ἔνθους γενόμενος, ὅλος ἠλλοιωμένος, | |
| σοφῶς π(άτ)ερ ἀνάγνωσον, προσέχων μή τι σφάλ(ης), | |
| καὶ προσρίπτ(ης) τὸ κρίμα σου, σκεπάσας σήν αίσχύν(ην), | |
| τῶ ἁναξίω μοναχῶ, ταπεινῶ ἰακώβω, | |
| τῶ ποτὲ σκευοφύλακι μ<ά>νδρας ἀκρω<τηρίου>, | |
| δι᾽ οὗ προθύμως γέγονα ἐξ ὄντος καὶ μὴ ὄντ(ος) | |
| καί με προθύμως γράψαντι κἄν γε καὶ μ(ε)τ(ὰ) κόπου, | |
| τῶ τῶν ὡρῶν ὑπάρχοντι δαμηνῶ νικολάω. | |
| ἀλλ᾽ εὔχου μᾶλλον ἵλεων εὑρεῖν τὸν παντεπόπτ(ην), | |
| ἐν ἡμέρα τῆς κρίσεως αὐτοὺς κατὰ τὸ πρέπον. | |
| ἂν μὲν οἶδας διόρθωσον. εἰ δὲ μή γε σιῶπα. | |
| ὁ μὲν γὰρ συναθροίσας γε φύλλα τετριπημένα, | |
| ἄρ<ρ>αφά τε τριάδια, παλαιὰ, ἐσχισμένα, | |
| ἔχοντα μὲν <τὰ> γράμμ(α)τ(α), ἀγράμμ(α)τ(α) δὲ μᾶλλον, | |
| ἐν οἷς ἄσπρον ἐφαίνετο τὸ μέλαν μεσημέρι | |
| καὶ μέγα τό φαινόμενον μικρὸν ἐθεωρεῖτο, | |
| ὁ δ᾽ ἄλλος γράφων ἄγραφα, γράψας τὲ καὶ προθύμ(ως), | |
| ὁ δ᾽ εἷς ἀναγινώσκ(ων) γε, ὁ δ᾽ ἄλλος περιξαίων, | |
| μόλις ποτέ μ᾽ εἰσέφερον εἰς τάξιν καθὼς βλέπ(εις). | |
| ἑβδόμ(ων) παρατρέχοντος ἔτους, ἑπτακοσίων, | |
| καί χρόνων ὀγδοήκοντα τ(ῶν) ἑξακισχιλίων˙ | |
| καρούλου δέ ῥηγεύοντος τοῦ πανευγενεστάτου, | |
| δίς ἑπτὰ χρόνους φέροντος αὐτοῦ τ(ῆς) δεσποτ(είας): |
Last modified: 2021-12-02.
