| + ἡ βίβλος ἥδε τῶν θ(εο)ῦ προσταγμάτων, | |
| ἡ τὴν χάριν φέρουσα τῆς εὐκοσμί(ας), | |
| κ(αὶ) τῆ θέσει στίλβουσα τῶν γεγραμμ(ένων), | |
| κ(αὶ) τῶ ξένω κάλλοι τε ποικιλοτρόπως, | |
| τὴν ἡδονὴν στάζουσα δαψιλεστάτην, | |
| σπουδῆ κατέστη καὶ πόθω καὶ δαπάνη, | |
| γεωργίου μάλιστα τοῦ ἀπὸ καύκου· | |
| ἄρχοντος ἀνδρὸς νουνεχοῦς καὶ κοσμίου· | |
| λαμπροῦ προσηνοῦς εὐγενοῦς θαυμασίου· | |
| ἀνακτόρων οἴκοις τε διαιτωμένου· | |
| φίλου κρατούντων ἁσφαλοῦς κ(αὶ) γνησίου· | |
| δῶρον δοθεῖσα τῶ ναῶ τῆς παρθένου· | |
| μ(ητ)ρ(ὸ)ς πανάγνου τοῦ θ(εο)ῦ καὶ δεσπότου, | |
| τῶ ἐν βλαχέρναις τῶδε τῶ θαυμασίω· | |
| ἐν ὧ μόλιβδος τῆς στέγης ἄνω χάριν, | |
| δώρημα τοῦδε, σὺν πόθω τῆς καρδ(ίας)· | |
| τῶν πταισμάτων χάριν γε τ(ῶν) ἑν τῶ βίω: | |
| ὧ δοθείη γε πρὸς θ(εο)ῦ σ(ωτη)ρία, | |
| κ(αὶ) λαμπρότης βίου τὲ καὶ εὐθυμία: | |
| ὁ δὲ γραφεὺς τίς ἐστιν εἰ μαθεῖν θέλεις, | |
| ἐροῦσι πάντως οἱ τύποι τῶν γραμμάτων, | |
| δῆλοι σαφῶς ὄντες γε τοῦ Ἰωάσαφ· | |
| οὗ δήπερ ἔργον ἡ γραφὴ τῶν βιβλίων, | |
| καὶ χεὶρ ἑτοίμη πρὸς γραφὴν ἠσκημένη + |
Last modified: 2020-08-25.
