| Ὁ διαπλάσας ἡμᾶς καὶ ἀναπλάσας | |
| μέλλων δὲ πάλιν ἀναπλάττειν ἐσχάτως, | |
| ὁ καὶ δέματι τῷδε συσφίγγων χεῖρας | |
| τονῶν τε ταύτας εἰς τερμάτωσιν ἔργων, | |
| πάντως ὁ Χριστός ἐστι καὶ θεοῦ λόγος˙ | |
| ὅστις ἐνθήσας καὶ σθένος ταῖς χερσί μου | |
| τὴν βίβλον τήνδε τοῦ ἀποστόλου Παύλου | |
| τὴν ἐμφέρουσαν τοῦδε τὰς ἐν χρυσίνοις | |
| ἐπιστολὰς νήμασιν ἐξυφασμένας | |
| τοῦ παρακλήτου πνεύματ(ος) (καὶ) ἁγίου, | |
| νυνὶ προσῆξε τῶ τέλει τῶν γραμμάτων· | |
| ὁρᾶτε ταύτην, ἥδε τοῖς πᾶσι πέλει· | |
| καθάπερ βοᾶ ἐν κυρίω τὰ πάντα· | |
| εἴ τινος οὖν χρήζει τίς εἰς ψυχ(ὴν), σκύλε· | |
| πάντως (γὰρ) πάντως, ἄφθονον λήψη χάρ(ιν)· | |
| ἐγὼ δὲ πάντας ὁ πτωχὸς καλλιγράφ(ος)· | |
| καθικετεύω τῆ βίβλω τοὺς χρωμέν(ους), | |
| αἰτεῖν ἰλασμὸν τῶν ἐμοὶ ἐπταισμένων· | |
| μὴ κατοκνῆτε καὶ ψυχῆς σωτηρίαν· | |
| ὅπως ἐπιτύχοιμι τῶν αἰωνίων· | |
| πάντως ἀγαθῶν ἱκεσίαις ἁγίαις, | |
| τῆς θ(εοτό)κου καὶ πάντων τῶν ἁγίων· |
Last modified: 2019-12-13.
