| Τὴν βίβλον, ἣν στίλβουσαν, ἄνθρωπε, βλέπεις | |
| τῶν χρυσολαμπῶν γραμμάτων τῇ συνθέσει, | |
| Εὐαγγελιστῶν ἡ διπλῆ δυὰς γράφει. | |
| Τί τοῦτο, διπλοῦς ζωγραφοῦσα τοὺς νόμους : | |
| τὸν τῆς Παλαιᾶς καὶ Νέας. Πλὴν τὴν χάριν, | |
| ἣν τῇ Νέᾳ δίδωσιν, ἐξαίρει πλέον, | |
| κοσμῶν ὁ χρυσὸς τῇ γραφῇ τοῦ Βιβλίου, | |
| ἐν ὧ τὰ πάντα, πολλαχῶς ἐσπαρμένα, | |
| εἰς ἓν συνάψας ἑν πόθου πολλοῦ Λέων, | |
| ψυχαῖς τρυφὴν δίδωσι τὴν καθ᾽ ἡμέραν· | |
| ἀνθ᾽ ὧν ἐκεῖθεν, σῆς τρυφῆς γεγευμένος, | |
| Βίβλῳ γραφείη τῶν ἀεὶ ζώντων, Λόγ(ε). |
Last modified: 2019-05-16.
