| Θησαυρὸς αὑτὸς γραφικῶν διδαγμάτων | |
| <τῶν> ψυχῶν τροφὴ, χρῆμα, λειμῶν ἡδύνων | |
| Γέμων χαρίτων χῶρος ἀνθῶν ἐνθέων | |
| ὧν ἦν γεωργὸς ἡ χάρις τοῦ πνεύματος. | |
| Δρέπου κρατῶν τὴν βίβλον ὃς τύχης ἔχων | |
| τὸν καρπὸν ἀυτῆς ὡς σαφῶς νοοτρόφον· | |
| Καὶ πνευματικήν ἐκροφῶν χανδὸν πόμα | |
| εὑχαῖς ἀμείβου τὸν συντάξαντα τάδε, | |
| μᾶλλον δὲ καὶ τὸν γράψαντα ταῦτα. |
Last modified: 2015-06-30.
