| + πονεῖ μὲν ἡ μέλισσα κηρίον μέλι, | |
| φιλοφρονοῦσα προσφυῆ συνεργάτιν· | |
| ἐπείπερ ἄλλω τῶ τρυγῶντι κηρία. | |
| τὸ κέντρον ἐξέπεμψε καὶ πλήττει μέγα· | |
| σκόπει δὲ χεῖρας ἀφθόνως τε (καὶ) φρένας | |
| σοφοῦ νικητα δεξιουμένας ὅλους | |
| ἐν οἷς ἐφαπλοῖ συλλογῆς τῶ συντόμω: | |
| τὴν ὠφέλειαν τοῖς λαβεῖν αἰρουμένοις· | |
| παθῶν δυσαχθῶν ἐκ παλαιῶν ποικίλως, | |
| ἐξεικονίζων συμπάθειαν δεσπότου. | |
| χριστοῦ θέλοντος πᾶσι δὴ τὸ συμφέρον· | |
| καὶ νοῦς μὲν αὐτοῦ δακτύλοις τοῦ ζωγράφου | |
| μορφὰς ἀνιστόρησεν ὡς κατεικόνα, | |
| τηρῶν ἐναργὲς τῶν θεοῦ θελημάτων· | |
| φερωνύμου νίκης δὲ καὶ χεῖρες πάλιν. | |
| τὰς ἐκφράσεις γράφουσι τῶν μορφωμάτω(ν)· | |
| ὡραιότητα δεικνύουσαι γραμμάτων, | |
| ἄμφω δὲ πεῖραν συντρέχουσαν τῶ λόγω. | |
| ἰατρικῆς είληφεν αὐτὸς τὸ κράτος | |
| σαφῶς ἀνιστῶν συμπεσοῦσαν τήν τέχνη(ν). | |
| φθόνω λαθοῦσαν καὶ καμοῦσαν τῶ χρόνω· | |
| τέχνην ἐκείνην. δημιουργὸν ὀστέων | |
| θραῦσιν περισφίγγουσαν εὐλόγω δέσει | |
| τὰς ἐκβολὰς στρέφουσαν οἰκεία βάσει· | |
| παρατροπὰς ἄρθρων δὲ καὶ τὰς ἐκφύσεις. | |
| φέρουσαν εἰς ὄρθωσιν εὐπρεπεστάτην· | |
| καὶ δὴ προσάψας ἁρμογὰς ὡς ἦν φύσει· | |
| τῶν εἰκόνων μὲν τῆ καταλλήλω φράσει· | |
| λόγον δὲ μορφαῖς τεχνικῆ διαπλάσει· | |
| τὴν ζωγράφησιν σωματουμένω λόγω· | |
| ὡς εἶχεν ἐξήνεγκεν εὐαρμοστίας | |
| άριστον ἐργον εὐφυῶς ἠσκημένον· | |
| διδάσκαλον φέριστον ἐμπράκτω λόγω·+ |
Last modified: 2021-05-19.
