| + ἡ βίβλος αὕτη χειρὶ βαρθολομαίου | |
| οἰκτροῦ μοναχοῦ καὶ κατηυτελισμένου | |
| εὕρατο τέρμα δεξιὸν καθὼς ἔδει· | |
| βουλῆ κελεύσει τοῦ πανηγιασμένου | |
| παφνουτίου δή φημι τοῦ παναρέτου. | |
| καὶ προστατοῦντος ποιμνίου τοῦ σ(ωτῆ)ρ(ο)ς· | |
| ἔτος προσῆν δὲ χιλιάδος ἑξάδος· | |
| ἑξακοσίους συμφερούσης καὶ χρόν(ους)· | |
| μετρουμένης δ᾽ αὖ τῆς δεκάδος ἑξάκις· | |
| χρόνων μονάδα μίαν ἐστερημένης· | |
| εὔξασθε τῶ γράψαντι λοιπὸν πατέρες· | |
| ὅπως λάβοιμι τῶν ἁμαρτάδων λύσιν· | |
| σῶσον λέγοντες χριστὲ τὸν σὸν ἱκέτην· | |
| ἀμὴν ἀμὴν γένοιτο σῶτερ χ(ριστ)έ μου+ |
Last modified: 2017-06-26.
