| (...) | |
| (...) | |
| ζω(ῆς) ὅρους εἴρηκα κ(αὶ) τρόπ(ους) τέλ(ους), | |
| οὐ κατ' ἀποκλήρωσ(ιν) οὐ πεπρωμ(έ)ν(ους), | |
| ἀλλ' ὡς προγνώσει τοῦ θ(εο)ῦ τεταγμ(έν)(ους), | |
| τοσόνδε τοῦδε τῶ βίω διδοῖ χρόνον | |
| (καὶ) συμμέτρ(ως) ἄλλω δὲ πλατύνει θέλων, | |
| τινῶν δ' ἐπὶ μήκιστον ἐκτείνει βίον, | |
| ἀλλ' οἶδεν ἀλλ' ἔγνωκε τ(οὺς) λόγους μόνος, | |
| (ὡς) ἐμβατεύων (καὶ) νεφροῖς κ(αὶ) καρδίᾳ | |
| (καὶ) κρίσ(ιν) ἀσύγκριτον ἐν πᾶσ(ιν) ἔχων:~ |
Last modified: 2021-02-10.
