| τὴν βίβλον εἴ τις τῆνδε τοῦ χρυσοστόμου: | |
| καὶ χρυσολαμποῦς καὶ διαυγοῦς ποιμένος: | |
| πιστῶς διέλθοι καὶ φιλευσεβῶς ἅμα: | |
| εἰς νοῦν βαθύνει τῶν σοφῶν συνταγμάτων: | |
| καὶ πρὸς λόγων ἄβυσσον ἢ νοημάτων: | |
| τὴν γλῶτταν ὡς ἄγκιστρον ἐγκαθελκύσει: | |
| θησαυρὸν εὕροι μὴ ῥέοντα τῶ χρόνω: | |
| τὸν μαργαρίτην ἔνδοθεν κεκτημένον: | |
| ψυχὰς πενιχρὰς τὸν τελοῦντα πλουσίως: | |
| τὴν γνῶσιν αὐγάζοντα τὴν ὑπὲρ φύσιν: | |
| τὴν πίστιν ἀστράπτοντα πάση τῆ κτίσει: | |
| τὸ κάλλος ἐκλάμποντα τῶν διδαγμάτων: | |
| τὸ κέρδος ἐκφαίνοντα τὸ ψυχοτρόφον: |
Last modified: 2020-09-07.
