| + ἴαμβοι δηλοῦντες· τόν τε ἀκριβῆ ἀριθμὸν | τῶν βιβλίων καὶ την σύνθεσιν παλαιᾶς τε κ(αὶ) | νεας: καὶ τον κτήτορα ὑποφαίνοντα τον | ταῦτα γεγραφότα: | |
| + τοῦ παντάνακτος καὶ θεοῦ λόγου φύσει: | |
| τὴν πρὸς βροτοὺς ξένην τε καὶ ὑπερλόγον: | |
| ἀσύγχυτον πρόσληψιν ἄφραστον κράσιν: | |
| μωσῆς μὲν ἤδη τὸν νόμον διἀγράφων: | |
| δήλους παριστᾶ τῶ τύπω τὰς ἐκβάσεις: | |
| ταύτης προφαίνων εὐμαρῶς τὰς εἰσόδους: | |
| ὡς ἡ γένησις ἔξοδος ἀριθμοί τε: | |
| τὸ λευιτικὸν καὶ τοῦ δευτέρου νόμου: | |
| ἡ βίβλος ἡμᾶς ἐκδιδάσκει πανσόφως: | |
| δι᾽ ὧν προῆλθε παντάναξ θ(εο)ς λόγος: | |
| ὡς δημιουργὸς οὐρανοῦ τε καὶ χθονός: | |
| τὰ πάντα λυπὸν ὡς ἐπίσταται μόνος: | |
| διἐυθύνων βροτῶν περ εἰς σωτηρίαν: | |
| οὕτω γὰρ ἦρκεν πρὸς ἑαυτὸν τοὺς φίλους: | |
| ἐκ γῆς ἀνυψῶν θαύμασιν ὑπερ φύσιν: | |
| οὕτως ιησοῦς καὶ κριταὶ ροὺθ ὡς ξένοι: | |
| καὶ βασιλειῶν ἡ τετράριθμος βάσις: | |
| οὕτως ὁ ἔσδρας τοῖν δυοῖν τῶν βιβλίων: | |
| αἴρει το κῦδος καὶ γεραίρει τὸ σθένος: | |
| οὕτω γυναίκες εὐσεβῆ πανοπλία: | |
| ἐσθὴρ ιουδὴθ ἐκραταίωσαν νίκας: | |
| οὕτως ὁ τωβὶτ ἐκκαθαίρεται λίμης: | |
| τῶν ὀμμάτων γὰρ ἔσχε σύμφορῶν πέρας: | |
| οὕτω δὲ λοιπὸν καὶ τα τῶν μακκαβαίων: | |
| εἰς ὕψος ἤρται τῆς προς αὐτὸν ἀγάπης: | |
| οὕτως ἰὼβ μὲν καρτερεῖ τὴν κοπρίαν: | |
| σατᾶν δὲ βάλλει τὴν ὀλέθριον πλάνην: | |
| οὕτως ὁ δα(υι)δ ὠς ἅδει τὴν κιννύραν: | |
| υἱὸν ἐαυτοῦ τὸν χ(ριστο)ν προδεικνύει: | |
| οὕτω σοφίας εὖρεν σαλομῶν πλάτος: | |
| οὕτω προφητῶν πνευματέμφορον στόμα: | |
| σαφῶς ελευσόμενον χ(ριστο)ν προγράφει: | |
| εἷς γὰρ προῆλθεν ἐκ δυοῖν ἐναντίων: | |
| μέρωψ τέλειος καὶ θ(εο)ς φύσει πέλων: | |
| οὕτω τετρακτὺς τῶν σοφων θεηγόρω(ν) | |
| εὐἀγγελιστῶν αὖθης ἐμπεδοῖ φόβω: | |
| οὕτω μαθητῶν οἱ θεόπνευστοι λόγοι: | |
| παύλου τε τοῦ κήρυκος ἔνθεον στόμα: | |
| ἐπιστολαις εἵλκυσαν τὴν οἰκουμένην: | |
| τί γὰρ ἐρευνᾶν τὴν τομὴν τῶν φληνάφων | |
| οὕτω λέων ὁ θερμὸς ἐντολῶν φύλαξ: | |
| πιστὸς ταμείας τῶν ἀνακτόρων πέλων: | |
| τῆς εὐσεβείας εὐκλεῶς τὰς ἀξίας: | |
| φέρων ἑαυτῶ την πρωτοσπαθαρίου: | |
| πατρικίου τε καὶ τὴν του πρεποσίτου | |
| ἐπείπερ ὄλβον ὥσπερ ἐν τῆ καρδία: | |
| τέτευχεν πίστιν ναὶ γὰρ οὕτω καὶ βίβλοις | |
| ταύτην τεθηκῶς δῶρον ἐμπύρω πόθω | |
| τῆ παρθένω καὶ μ(ητ)ρι τοῦ θεοῦ λόγου: | |
| δέλτον προσάγει τήνδε τὴν θεηγόρον: | |
| ἔχουσαν ἔνδον πάσαν ἔνθεον βίβλον: | |
| λυτρωσιν ἔνθεν ἀμπλακημάτων θέλοι | |
| σαφῶς μετασχεῖν οὐδε γὰρ καταξίαν: | |
| εὑρεῖν τίς ἰσχύσειεν ὄλβον προσφέρειν: | |
| δέχοιο δ᾽ ἔνθεν ὦ πανυμνητε κόρη: | |
| διδοῦς ἀεί σοι πνεῦμα συντετριμμένον | |
| λαμπρὸν βίον τε καὶ καθαρὰν καρδίαν: | |
| πλουτῆν ὅπως με τῆς ἄνω τυχεῖν δόξης: | |
| τόν σοι τὸ δῶρον καὶ καλῶ μου προστατη: | |
| νικολάω σπένδοντι καρδιας πόθω:- |
Last modified: 2021-05-18.
