| Πύλη νοητὴ τοῦ θεαν(θρώπ)ου λόγου; | |
| πύλας νοητὰς ὑπάνοιξον παρθένε: | |
| τὰς εἰσφερούσας εἰς μονὰς αἰωνίους: | |
| ὡς ἐμπεριφέρουσα χ(ριστὸ)ν σωτῆρα: | |
| ἐν χερσὶν ἀχράντοις σου τῆς παναμώμου: | |
| τὸν δρακὶ συνέχοντα τὴν κτίσιν πᾶσαν | |
| ἐν θώκῳ φρικτῷ καθεστηκυῖα κόρη: | |
| ἐν ᾦ τε οἱ πρόκριτοι τῶν θείων νόων: | |
| σοὶ δουλικῶ σχήματι παρίστανταί πως: | |
| τὰς ἀΰλους χείρας τε καὶ θείους πόδας: | |
| σὺν τρόμω πολλῶ καὶ πόθω θεικῶ τε: | |
| εὐμενῶς ἐκτείνουσιν ἐκλιπαροῦντες: | |
| καὶ τολμᾶν ὁρῶσι σε τὴν ζωοδόχον: | |
| τὴν μόνην ἁγνὴν καὶ καθαρὰν μ(ητέ)ραν: | |
| τὴν τὸ φῶς ἐκλάμψασαν παντὶ τῷ κόσμῳ: | |
| τὴν πηγὴν τὴν βρύουσαν πηγὰς θαυμάτ(ων): | |
| τὴν ἀρρήτως τέξασαν τὸν πλαστοὺργόν μου: | |
| ἀλλ’ ὦ θ(εο)ῦ μή(τη)ρ τὲ τοῦ ζῶντος λόγου; | |
| καὶ φῶς τεκοῦσα εἰς βροτῶν σωτηρίαν: | |
| καὶ πάντ(ων) θερμὴ ἀντίληψις κ(αὶ) σκέπη | |
| τῷ προστάτ(η) τὲ σῆς μονῆς μονοτρόπῳ: | |
| κλήμῃ τῷ κλεινῷ καὶ φιλαρέτω πάνυ | |
| ἀρετῆ συνέσει τὲ κεκοσμημένῳ,: | |
| καὶ πᾶν ἀγαθὸν εἰς ἄκρον κεκτημένω | |
| σωτηρίαν βράβευε μ(ῆτ)ερ τοῦ λόγου: | |
| καὶ δίδου αὐτῶ τ(ὴν) διπλῆν εὐεξίαν | |
| καῖ ζωῆς ἀξίωσον ἀλήκτου θείας: | |
| ὡς ἐκ πόθου κτήσαντα τὴν βίβλον ταύτην | |
| εἰς δόξαν θ(εο)ῦ κ(αὶ) μνήμην τῶν ἁγίων: | |
| σεπτῶν π(ατέ)ρων ἀσκητῶν καὶ ὁσίων | |
| ὧν πρεσβεῖαις φυλαττε τὸν κεκτημένον: | |
| εἰς αἰῶνας ἅπαντας τοὺς αἰωνίους. |
Last modified: 2020-03-20.
