| Ἀρσενίου ἁμαρτωλοῦ μικροῦ μοναχοῦ πατελλαρίτου καὶ ἀρχιδιακόνου γεγονότος ἐπίγραμμα ἰαμβικὸν εἰς τὸν πανδέκτην | |
| Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα Οἱ περὶ τὸν Αἴαν | |
| πολλοὶ μὲν εἱρμὸν εἴρμοσαν συγγραμμάτων, | |
| πολλοὶ τέτευχαν ἐν μέτρους ῥαψωδίας, Οἱ περὶ τὸν Ὄμηρον | |
| πολλοὶ δ᾽ ἐνεῖραν δυσσόφους σοφουργίας, Οἱ περὶ τὸν Δημοσθένην | |
| πολλοὶ δ᾽ ἐμουσούργησαν εὐμελουργίας, Οἱ περὶ τὸν Πλάτωνα | |
| πολλοὶ δὲ φαντάσθησαν ἀστέρων δρόμους, Οἱ περὶ τὸν Πτολεμαῖον | |
| πολλοὶ δ᾽ ἔφευρον τεχνικὰ χθονὸς μέτρα, Οἱ περὶ τὸν Εὐκλείδαν | |
| πολλοὶ δέδειχαν ψηφαριθμολεξίαν | |
| πολλοὶ δ᾽ ἔπλεξαν ἀργολεπτομετρίαν˙ | |
| τούτων δε πάντων ἡ βοὴ τῶν σκεμμάτων | |
| πέπαυται καὶ τέθαπται συγκεχωσμένως, | |
| εἰ καὶ δοκεῖ πῶς μικροβλαστεῖν ὡς χλόη, | |
| ἀλλ᾽ οὖν τεφροῦται χορτικῶς κεκαυμένη | |
| τῇ χριστοπύρσῳ καὶ σοφῇ λαμπηδόνι. | |
| Χριστοῦ τὸ πῦρ γὰρ εἰσδραμών κόσμον κάτω | |
| καίει δροσίζει διπλενεργήτῳ φύσει, | |
| τ᾽ ἀκανθοραχνόπλεκτα φύλλα συμφλέγον, | |
| τ᾽ ἀπιστογνωμόβλαστα δ᾽ ἄνθη συστρέφον. | |
| Τὸ πῦρ δὲ τοῦτο πυρβολεῖται πυρφόρως | |
| τῷ τῶν πατέρων γνωστικῷ πυρεκβόλῳ˙ | |
| τῷ γὰρ σιδήρῳ δηλαδὴ σφῶν νόων, | |
| πυρ ἐγκυωθήξαντες ἐν Γραφῆς λίθῳ, | |
| ἐξήψαν ὡς πῦρ πνευματέμπυρον λόγον | |
| εἰδωλολάτρων πυρπολοῦντα τοὺς ψώφους | |
| καὶ χριστολάτρων φωτιοῦντα τοὺς τρόπους. | |
| Ἐξ ὧν πατέρων, ἄστρον ὡς ἑωσφόρων, | |
| Ἀντίοχε, τέταλκας ἐκ Γαλατίας. | |
| Καὶ γὰρ πεφευγὼς ἐκ σκότους Αἰγυπτίου, Ὡς Μωϋσῆς | |
| πλήξας πατάξας τὴν θάλασσαν τοῦ βίου | |
| τῇ πρακτικῇ σου κ΄ ἀνδρικῇ βακτηρίᾳ, | |
| ἐχθροὺς πέπνιχας, δαιμόνων τοὺς ἱππέας, | |
| ἀνενδότοις σου ταῖς ῥοαῖς τῶν δακρύων | |
| Ὅθεν παρελθὼν τὴν παθὼν ἐρημίαν | |
| εἰσῆλθεν ἔνδον τοῦ γνόφου τῶν συμβόλων, | |
| κἀκεῖθεν ἀντλῶν δογμάτων τὰς ἐμφάσεις Ὡς Βεσελεὴλ | |
| σκεινὴν τελουργεῖς ψυχοσώστιδα σφόδρα. | |
| Ἐκ τῶν δρυμόνων τῆς νέας Σιὼν ὄρους Ὠς Ἰησοῦς | |
| αὖθις διατμὼν τοὺς Ἰορδάνου ῥόας | |
| τὴν πλημμύρειθρον τῶν λογισμῶν συρμάδα | |
| εἰς γῆν καταντάς τὴν μελίρρυτον λίαν | |
| ἀφ᾽ ἧς τὸ ῥαμνάκανθον ἐκόπασας γένος˙ | |
| κατεπλάτυνάς τῆς νοητῆς ἀμπέλου | |
| τὰ χρηστόκαρπα κλήματα ξενοτρόπως, | |
| ὀρθοφρονοῦντα πρὸ προσώπου Κυρίου. | |
| Κριτὴς δὲ ταχθεὶς Ἰσραὴλ χριστωνύμῳ Περὶ Γεδεών | |
| κρατεῖς κραταιῶς ἐγκατείας το σθένει | |
| τῶν ἀλλομόρφων σαρκικῶν σκιρτημάτων. | |
| Δεδεγμένος δ᾽ ἄνωθεν ὀμφὰς παιδόθεν, Ὡς Σαμουὴλ | |
| χρίεις μυρίζεις ἐκ πανευώδους μύρου | |
| ἀνάκτα Δαυίδ, τὸν παθοκτόνον νόα, | |
| γηγαντιαῖον τὸν Σατᾶν ἀκοντίσων | |
| τῇ πιστοκλόθῳ κ΄ ὀρθοδόξως σφενδόνῃ. Ὡς Δαυίδ | |
| Σοὶ προσβαλὼν γάρ, τὴν ὀφρὺν ἐπηρμένος | |
| μήνιγγι κρουσθεὶς πρὸς χάος κατερράγη. | |
| Ἐντεύθεν ὄμβρους τῶν ἄνωθεν χευμάτων Ὡς Σολομών | |
| λαβὼν πέπλησαι πνευματενσόφων λόγων | |
| ὡς εὐσεβόφρων καὶ σοφὸς παθοκράτωρ. | |
| Λοιπὸν καθαρθεὶς ἄνθρακι χριστεμπύρῳ Ὡς Ἠσαίας | |
| τὸν Σενναχειρὶμ τὴν ἀσσύριον φλόγα | |
| τρέψας πέπληχας τοῦδε τὴν πανοπλίαν | |
| ἐντευκτικῷ σου καὶ στενακτικῷ βέλει. | |
| Ἔχων δ᾽ ἀνήχθης ὕψος εἰς θεωρίας | |
| τέτρουρον ἄρμα, τὴν τετράπλοκον δέσιν | |
| τῶν πρωταρίθμων ἐντολῶν, τὰς ἐξόχους | |
| ἡμῖν λελοιπὼς ὥς γε μηλωτὴν βίβλων, Ὡς Ἠλίας | |
| τίτλον φέρουσαν ἡδεών διδαγμάτων | |
| ψεκαδραμοῦσας ἐξάδας τε χ᾽ ἑπτάδας. | |
| δι’ ἦς μεμιχὼς τῆς Γραφῆς τῇ κακάβῃ | |
| τὴν χριστάλευρον τῶν νοημάτων δράκα | |
| τὰς πικροβρότους τῆς τεθλιμμένης τρίβου | |
| χλόας, γλυκαίνεις τοὺς λιμόττοντας τρέφων. | |
| οὐκ ἔστι πείσας τῶν ἄνω γλυκασμάτων | |
| πρῶτον μετασχεῖν πρὶν φαγεῖν τὰς πικρίδας | |
| τῶν ἐργομόχθων τῆς στενῆς ὁδοῦ πόνων. | |
| Σὺ καὶ προγνωσθεὶς κρείττονι προμηθείᾳ Ὡς Ἱερεμίας | |
| ἐπεσφραγίσθης μητρικῆς ἐκ κοιλίας | |
| κῆρυξ ἀγνοστόλεπτος ἡγιασμένος | |
| καὶ θρηνοπενθὴς Ἱερουσαλὴμ πάλιν. | |
| Ὡς δ᾽ ἐγκρατευτῆ τῶν καθηδονευμάτων Ὡς οἱ τρεῖς παῖδες | |
| τὴν περσικήν τε καὶ παφλάζουσαν φλόγα, | |
| τὴν σαρκογαργάλιστον οἰστροπορνίαν, | |
| σβέσας, καταθλᾷς τὰς λεοντίους μύλας Ὡς Δανιήλ | |
| ἀποστομώσας πτωχομετρίας κάμῳ. | |
| Τὴν δ᾽ αἰχμάλωτον ἀζύγων κληρουχίαν | |
| τῇ χρηστομοίῳ καὶ σοφῇ παραινέσει | |
| παλινδρομεῖν πέπεικας εἰς τὴν πατρίδα Ὡς Ζοροβάβελ | |
| ἐξ ἧς περέρριφημεν ἀπροσεξίᾳ. | |
| εἶτα σπαράξας τὴν πάλαι λεβηθρίδα | |
| νέος δέδειξαι φωτοπλήσιος λύχνος Ὡς ὁ Πρόδρομος | |
| τὸν φωτοποιὸν Χριστὸν ἐσδεδραγμένος, | |
| οὗ καὶ προθύμως ἠκολούθησας, πάτερ, Ὡς ὁ Πέτρος | |
| κόσμου διαδρὰς τὰς πικρὰς περιστάσεις, | |
| ἄρας δ᾽ ἐπόμων σωτηρικὴν παντευχίαν. Ὡς ὁ Παῦλος | |
| Τὸ χριστόγλωσσον ἐκμιμούμενος στόμα | |
| λόγοις βαδίζεις ὡς ποσὶ λεξιδρόμοις˙ | |
| κύκλῳ κυκλοῦσι τὴν τετράστοιχον κτήσιν | |
| Σιὼν ἀπάκρων μέχρι τῆς γῆς τερμάτων. | |
| Διὸ πρεπόντως ἐν φρονήσει πρακτέᾳ | |
| βαίνων κατ᾽ ἴχνος τοῦ καλοῦ διδασκάλου, | |
| καλῶς πέπηχας σὸν θέμεθλον πρὸς πέτραν, | |
| πειραστικῶν ἄσειστον ἐκ τῶν ῥευμάτων. | |
| Καλῶς τέθνηκας τὴν τεήν σου λυχνίαν | |
| στίλβουσαν ἔνδον τοῦ νοὸς τὰς οἰκίας. | |
| Καλῶς καθ᾽ ὥραν προσδοκῶν σου δεσπότην | |
| ἄοκνος ὤφθης καρτερῶν ἐγρηγόρως. | |
| Καλῶς μάχαιραν τὴν διάκρισιν λάβες | |
| ῥίσσουσαν ὀρμὰς καὶ πλοκὰς τῶν σκανδάλων. | |
| Καλῶς ὑποστὰς τὸν κόπον τῆς ἡμέρας | |
| πλήρης δέδεξαι μισθὸν ὡς καλεργάτης. | |
| Καλῶς καταστὰς σῖτον μέτρης του λόγου | |
| νέμεις ἑκάστῳ προφόρως τὰς ἐκβάσεις. | |
| Καλῶς τὸ δῶρον τοῦ ταλάντου δεγμένος | |
| πεπραγμάτευσε κερματίζων ἐνδίπλως. | |
| Καλῶς δὲ πάσσων ἁλσὶ νοστίμων λόγων | |
| τοὺς ἐκσαπέντας, ἡδονὰς ἀποστύφεις. | |
| Καλῶς βεβληκὼς τὴν σαγήνην εἰς ἅλα | |
| ἰχθῦς ἀγρεύεις κοσμικοὺς παμποικίλους. | |
| Καλῶς ἀλευρόφυρτον ὡς τρισὶ σάτοις | |
| ζύμην πέρφυκας σῇ τριμοίρω καρδίᾳ. | |
| Καλῶς τὸν ἀγρόκρυπτον εὑρικώς, μάκαρ, | |
| θησαυρὸν ἐξώνησας ὀλβακτησίᾳ. | |
| Καλῶς δ᾽ ἀνάψας ψυχικὴν σὴν λαμπάδα | |
| τῷ νυμφίῳ σύνελθε λαμπαδηφόρως, | |
| ἐν τῷ κοιτώνι τῆς ἀλίκτου παστάδος | |
| ἔνθα πρόσεστιν ἡ καλὴ κατοικία | |
| ἡ παγγέραστος καὶ μονή αἰωνία˙ | |
| ἐν ᾧ χορεύων καὶ τρυφῶν σὺν ἀγγέλοις | |
| μνήσθητι τοῦ σοῦ μικροδούλου τοῦ τάδε, | |
| Ἀρσενίου ξύσαντος ἐμπύρῳ πόθῳ, | |
| σῇ πρὸς τὸ θεῖον εὐκτικῇ παρρησίᾳ. |
| Type(s) | [5282] Ἕλλησι τῶν πρὶν ἐντεχνοπλόκων πάρα (130 verses) |
| Text source | P. Odorico 1988, La sanzione del poeta: Antioco di S. Saba e un nuovo carme di Arsenio di Pantelleria, Byzantinoslavica, 49, 1-22: 14-16 |
| Text status | Text completely known |
| Date | 12th c. |
| Manuscript | VENICE - Biblioteca Nazionale Marciana - gr. Z. 134 (coll. 472) [12th c.] |
| Place in Manuscript | f. 191r-193v |
| Contextual information | The ff. 4r-187v contain the Pandektes of Antiochus the Monk. |
| Metre(s) | Dodecasyllable |
| Genre(s) | Author-related epigram |
| Subject(s) | |
| Bibliography | |
| Number of verses | 130 |
| Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/22114 |
Last modified: 2020-01-28.
