| δόξα τω θ[ε]ῶ δόντι καὶ ἀρχὴν (καὶ) τέλος˙ | |
| ὅστις καὶ τέλος εἴληφεν ἡ θεία ταύτη δέλτος˙ | |
| ὑπόθεσιν ἔχουσα πασῶν τῶν ἐπιστήμ(ων) | |
| (καὶ) διερμηνεύουσα τὰς γλώσσας κατὰ γένος˙ | |
| ἐκ γραμματικῆς φιλοσόφ(ων) ῥητόρ(ων)˙ | |
| βίβλων ἁπασῶν ἑρμηνευτὴς ὑπάρ(χ)(ων) | |
| ἀνθ’ ὧν βροτουργὲ παντάναξ κοσμεργάτα, | |
| σ[ωτη]ρίαν παράσχε τῶ κτησαμένω˙ | |
| καὶ τὴν λύσιν δώρησον τῶν ἁμαρτάδων˙ | |
| ὑπάρχοντα φύλαττε παναλκὴ δυναστεία˙ | |
| ἐχθροῦ πονηροῦ σατᾶν τοῦ μισοκάλου˙ | |
| καὶ τὰ διαβήματα εὔθυνον τούτου˙ | |
| ὅπως παραμένει ἐν τῶδε τῶ βίω˙ | |
| ἐκεῖσε δ’ αὖθις τὴν ἐδὲμ δίδου σῶτερ˙ | |
| Εὔχεσθαι τῶ γράψαντι οἱ ἐντυχόντες˙ | |
| τῆ βίβλω ἐκ πόθου δὲ ἀναγινώσκειν, | |
| σφαλμάτων ὧν εὕρηται ἐκ χωρικί(ας), | |
| μὴ ἀρὰν εἰςφέρετ[αι] τῶ ἐλαχίστω˙ | |
| ἰωάννη γράψαντι τῶ καλοείδη |
Last modified: 2018-10-09.
