| Ἡδὺς ὁ λιμὴν τοῖς πλέουσι τυγχάνει | |
| καὶ τοῖς γραφεῦσι τέρμα τ(ῆς) βίβλου πάλ(ιν), | |
| ἄμφω γὰρ ἀνάπαυλαν εἰσφέρει πόνων. | |
| μέμνησο τοῦ γράψαντος, ὦ κεκτημένε, | |
| Μιχαὴλ δέ σοι ταῦτα προσφωνεῖ, π(ά)τερ, | |
| ὅστις τοὐπίκλην ὁ Μεσοποταμήτις. | |
| τό παρὸν Τριῴδιον πόνῳ καὶ μόχθῳ | |
| συλλέξας οὖν γέγραφα ἐκ πλήστων βίβλ(ων), | |
| πεπλήρωτο δὲ ἐν χρόνοις τοῖς τοῦ κόσμου· | |
| χιλιὰς παρέδραμεν ἐξαπλουμένη, | |
| ἡ δ' ἑκατοντὰς τετάρτη τε σὺν πέμπτη, | |
| σὺν τέσσαρσι χρόνοις τε πᾶσι σὺν τούτοις, | |
| ἰνδικτιώνης καὶ αὐτῆς γε τετάρτης, | |
| ἐν μηνὶ μαΐῳ τε μηνὸς τετάρτη. |
Last modified: 2019-12-06.
