| ἤν τίς ποταμὸ(ς) τῶ κροίσω χρυσορρόας | |
| θησαυρὸ(ς) ἁβρὸ(ς) κ(αὶ) χορηγὸς χρυσίου | |
| ψυχὴν ἀπολλὺς τὴν φιλόχρυσον φύσει :- | |
| ἄλλος ποταμὸ(ς) οὗτο(ς) ὁ χρυσορρόας | |
| λόγους ῥέων λάμποντ(ας) ὑπὲρ χρυσίον | |
| ψυχὰς τὲ ῥωννὺς τὰς φιλοχρίστ(ους), πλέ(ον) :- | |
| εἰ μὲν θέλ(εις) ἄνθρωπε πλίνθους χρυσίνους | |
| ζηλῶν ἐκείνου τὴν φιλόχρυσον φρένα, | |
| τῶ λιδικῶ πρόσελθε καὶ χρυσὸν λάβης :- | |
| εἰ ψυχικόν δε ῥύπον ἐκπλύναι θέλεις | |
| θηλῶν μάλιστα τ(ὰς) φιλοχρίστους φρέν(ας), | |
| τούτω προσελθὼν ἀρύου χρυσοῦς λόγ(ους) :~ | |
| τοιοῦτο(ς) ἐστὶν οὗτο(ς) ὁ χρυσορρόας +++ |
Last modified: 2019-11-27.
