| στίχοι πολιτικοὶ κατ’ ἀλφάβ(ητον) πρὸς τὸν κ(ύριο)ν ἡμῶν ἰ(ησοῦ)ν χ(ριστὸ)ν, ποιηθέντες παρὰ γεωργίου τοῦ τριβιζίας καὶ ἱερέως τῶν γραικῶν | |
| Ἄναξ χειραγώγησον πρὸς σειράν με τῶν σῶν ὕμν(ων) | |
| Βασιλεὺς ἦσθα πρὸ πάντων ὁ αὐτὸς τ' ἐν ὑστέροις· | |
| Γαῖαν τὲ κατῆλθες τὸν παλαιὸν ἄν(θρωπ)ον σῶσαι· | |
| Δαλὸς ἐκ τῆς νηδύος ὡς ἐξῆλθες τῆς παρθένου· | |
| Ἔδυς εἰς ἱερουσαλὴμ διδάξαι τοὺς ἀνόμους· | |
| Ζαφλεγὴς τοῖς ἐν σκότει ἐπεφάνης καθημένοις· | |
| Ἡδονὴν ἁμαρτωλοὺς ἐκκαλέσαι κεκτημένος. | |
| Θεηγόρους δ' ἐποίησας παῖδας τῶν ἁλιέων· | |
| Ἰατρὸς ψυχῶν ἐδείχθης καὶ σωμάτων σ(ωτηρ)ία· | |
| Ἰ(ησο)ῦς τε ἀνεδείχθης ἡ πάντων σ(ωτη)ρία. || | |
| Κατάρδεις τὴν αἰώνιον τοὺς προστρέχοντ(ας) ζωήν· | |
| Λίαν πρὸς τὴν σὴν τάχιστα δ' ἀνάξαις βασιλείαν· | |
| Μαμωνάν τε ἀπεδίωξας τὸν υἱὸν τοῦ σκότους· | |
| Νουνεχῶς τε ταῦτα εἰδὼς πεποίηκας ὡς πάντα· | |
| Ξόανα κατέθλασ(ας) τὰς τ(ῶν) ἑλλήνων τε θεὰς· | |
| Ὁμοφροσύνην δέδωκας εἰς πάντας τοὺς ἀν(θρώπ)ους· | |
| Παλιγγενεσίαν ἔθηκας σὺ ἡμῶν τῶ γένει· | |
| Ῥῶσιν πᾶσι τοῖς ἀν(θρώπ)οις ἔδωκας κᾀμοί σ(ῶτ)ερ· | |
| Σαφηνῶσι τοὺς θείους λόγους ἐν τῆ ἐκκλησία· | |
| Τὰ δέοντα δ' ἢν, πράττωμεν μεγάλως δοξασθῶμ(εν)· | |
| Ὕμνοις τε καὶ ἐγκωμίοις δοξάσωμεν τὸν θ(εὸ)ν· || | |
| Φαεινοὶ φαινώμεθα καὶ καθαροὶ τῆ καρδία· | |
| Χθαμαλοὶ γενώμεθα, ὥσπερ ἡ λαῒς ἐκείνη· | |
| Ψάλωμεν ἀφθόνως πάντες χ(ριστ)ὸν τὸν ζωοδότην· | |
| Ὢ συγκαταβάσεως καὶ μεγίστης εὐσπλαγχνί(ας):– |
| Type(s) | [6705] Ἄναξ χειραγώγησον πρὸς σειράν με τῶν σῶν ὕμνων (25 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 15th c. |
| Manuscript | PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 2803 [15th c.] |
| Place in Manuscript | f. 221r-222r |
| Person(s) | |
| Contextual information | The epigram is written at the end of Euripides' Phoenissae. |
| Metre(s) | Decapentasyllable |
| Genre(s) | Scribe-related epigram |
| Subject(s) | Jesus Christ (10 BC-1 BC - 30-33) |
| Comment | The verses are accompanied by interlinear glosses. Their initials form an alphabetic acrostic. |
| Image source(s) | https://gallica.bnf.fr/ark:/12148/btv1b107222337/f227.item |
| Bibliography | |
| Number of verses | 25 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/25120 |
Last modified: 2020-08-07.
