| Ἐγὼ μὲν ἤξας τῇ κελεύσει σου πάτερ | |
| γραφαῖς ὑπηρέτησα τῆσδε τῆς βίβλου· | |
| τὴν δεξιάν τε σύντονον παρεσχόμην | |
| ἀπὸ τὴν μέσην ἄχρις αὐτοῦ τοῦ τέλους· | |
| κεφαλαίων μόνον γὰρ σὺν τοῖς προλόγοις, | |
| αὐτὸς δὲ τὴν σὴν δεξιὰν τὴν πυρφόρον | |
| ἐν κινδύνοις σύμμαχον ἀντιπαράσχου | |
| πρὸς Χριστὸν ὑψῶν τῇ καλῇ παρρησίᾳ, | |
| τὸν Ἀμαλήκ τε τὸν νοητὸν συντρίβων | |
| καὶ τὰς ἐκείνου παγίδας καὶ τοὺς λόχους | |
| πάντα διασπῶν, ἀφανίζων, συμφλέγων, | |
| ἄρδην διαθλῶν ὅπλα, τόξα καὶ βέλῃ, | |
| τοὺς θηραιοὺς μάλιστα τοῦς ὀλεθρίους | |
| πιμπρῶν προσευχῶν ἀκαμάτῳ πυρί σου, | |
| αὐτὸν δ' έφέλκων άλαβῆ παρ' ἐλπίδα | |
| τῶν ἀρκύων τούτου με τῶν ψυχοφθόρων· | |
| καὶ γὰρ συσφίγγουσι κραταιῶς πάνυ, | |
| πανταχόθεν θλίβει με, πάντοθεν πνίγει | |
| ἕλκων, σπαράσσων ὥς τις ἄγριος λέων· | |
| τόνος δέ μοι πᾶς ἐκλέλοιπε καὶ σθένος· | |
| πνοὴ δ' ἀπέπτη βραχὺ λείψανον μένει· | |
| φθογγῇ σε λεπτῇ προσκαλοῦμαι καὶ λέγω | |
| ἐπιστάτα σῶσόν με, ναὶ σώζοις πάτερ· | |
| λαβοῦ λαβοῦ μου τῆς ψυχῆς τῆς ἀθλίας, | |
| τὸν μὲν διάσπα, τὴν δ' ἐπισπῶν γνησίως | |
| καὶ τῷ λυτρωτῇ παράθου σεσωσμένην· | |
| ἐν σοὶ γὰρ αὕτη καὶ κινεῖται καὶ πέλει. | |
| Εἰπὲ πρὸς αὐτῆς τῆς ἀληθείας βίβλε· | |
| πυθοῦ, φράσω σοι, μὴ μακρηγόρει δέ μοι | |
| τίς σου διηκόνησε τῇ γραφῇ λέγε· | |
| τί σοι τὸ μαθεῖν; οὐ γὰρ ἀνάγκη τόδε· | |
| λέγειν ὑπέσχου, τοιγαροῦν μή μ' ἀθέτει· | |
| τοίνυν ἀκούσοις, ἀλλὰ συγγνώμην νέμε· | |
| νέμοι Θεός σοι, μὴ παρέλκοις τὸν χρόνον | |
| ἀνὴρ Δοσίθεός τις ἐσχάτως κακεργάτης | |
| τῆς ἀκοῆς φεῦ! ἀλλὰ τῶν μονοτρόπων | |
| τὸ σχῆμα μὲν ναί, τὴν δὲ γνώμην οὐκέτι· | |
| διπλοῦν τὸ δεινόν, πλὴν μετανοόας τόπος | |
| ναὶ τοῖς θέλουσι καὶ Θεῷ τούτου χάρις. | |
| Ὅτῳ δ' ἐγράφης καὶ τόδ' αὖ μαθεῖν θέλω | |
| φωστῆρι πατρὶ πατέρων Βαρλαάμ μοι | |
| ὑπέρμαχος κράτιστος εὐχῶν δυνάμει· | |
| τοῦτ' ἄρα Χριστοῦ τῆς ἁγίας Τριάδος. | |
| εἴρηκα πάντα· τοιγαροῦν σώζοιό μοι | |
| μηδὲν πρὸς ὀργήν· οὔμενουν εὖ σοι ξένε | |
| καὶ σοὶ μάλιστα φιλτάτη καὶ Δεσπότῃ. |
| Type(s) | [6795] Ἐγὼ μὲν ἤξας τῇ κελεύσει σου πάτερ (46 verses) |
| Text source | S. Eustratiades 1917, Ἁγιορειτικῶν κωδίκων σημειώματα, Γρηγόριος ὁ Παλαμᾶς, 1, 49-771: 150-151 |
| Text status | Text completely known |
| Date | 11th c. |
| Manuscript | ATHOS - Mone Megistes Lauras Β 86 (Eustratiades 206) [11th c.] |
| Place in Manuscript | (gen.) end of the ms. |
| Metre(s) | Dodecasyllable |
| Genre(s) | Scribe-related epigram |
| Bibliography | |
| Number of verses | 46 |
| Acknowledgements |
Creator(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/25406 |
Last modified: 2020-04-28.
