| Ἄνευ ὕλης γράφουσι καὶ τοὺς ἀγγέλους, | |
| τὶ καινὸν εἰ γράφουσι καὶ σὲ ταῖς ὕλαις; | |
| Εἰ οὐχὶ καὶ πτέρυγας ἀγγέλων φέρεις. | |
| Μάλιστα νικᾷς ἐξ ὕλης τοὺς ἀγγέλους· | |
| ᾧ πνεῦμα καὶ νοῦς καὶ λόγος πρὸ τοῦ τέλους· | |
| μετὰ τέλος πάλιν δὲ πνεῦμα, νοῦς, λόγος· | |
| ἔλυτρον εἶχες ἐν βίῳ τὸ σαρκίον· | |
| καὶ νῦν πάλιν ἔλυτρον αὐτοῦ τὸν τύπον· | |
| σκιὰν σκιᾶς ἔγραψας, ὦ χαρτογράφε· | |
| σκιὰ γὰρ ἦν τὸ σῶμα Χρυσοστόμου | |
| λεπτυνθὲν (...) | |
| καὶ θαῦμα τοῦτο πῶς σκιὰν σκιᾶς [γράφεις]. |
Last modified: 2019-05-22.
