| + τοῦ αὐτοῦ· γενεαλογίαι παρὰ λουκᾶ, διὰ στίχ(ων) ἡρωϊκ(ῶν):- | |
| Ἔμπαλιν μὲν γενεὴν λουκᾶς μέγ(ας) ἤγαγε μύθω· | |
| εἰς ἀδὰμ ἐκ χριστοῖο ἐμοί δ’ ἀδὰμ ἦλθ’ ἐπὶ χ(ριστό)ν· | |
| χειρὶ θ(εο)ῦ πρώτιστο(ς) ἀδὰμ γένετ’ ἐκ δ’ ἀδάμοιο, | |
| σὴθ πέλε· τοῦ δ’ ἄρ’ ἐνώς· τοῦ, τέτρατο(ς) ἧε καϊνάν· | |
| τοῦ, δ’ ἦν μαλελεήλ· τοῦ δ’ ἰάρεδ· ὃς τέκε παῖδα· | |
| κεῖνον ἐνὼχ. ὃς ζωὸς ἐς οὐ(ρα)νὸν ἦλθεν ἀερθείς. | |
| τοῦδε μαθουσάλα ἔσκεν· ὃς υἱέα γείνατο λάμεχ. | |
| αὐτὰρ ὃ, νῶε πατὴρ. σὴμ. νώεος υἱὸς ἐκείνου | |
| ἐκ τοῦ δ’ ἀρφαξάδ· καϊνάν· σαλά· τοῦ δ’ ἐνέπουσιν | |
| υἱὸν ἕβερ· ἕβερος (δὲ) φάλεκ πάϊς· ἐκ δ’ ἄρα φάλεκ, | |
| ἔσκε ῥαγαῦ· κεῖνος δὲ σεροὺγ τέκ(εν)· ὃς τέκεν ἀχώρ· | |
| ἁβραὰμ αὖτ’ ἐπὶ τοῖσδε πάϊς θάραν ἀχορίδαο· | |
| ἀβραμίδης δ’ ἰσαὰκ, ἰακὼβ τέκεν· ὃς (δὲ) ἰούδαν· | |
| αὐτὰρ ὃ ἐκ θαμάρης φαρὲς τέκεν· αὐτὰρ ὃ Ἐσρώμ. | |
| ἐσρὼμ τὸν ἀράμ· ὃς τὸν ἀμιναδάβ· ὃς (δὲ), ναασσών· || | |
| νασσὼν δ’ αὖ σαλμώ·. σαλμὼν βοὸζ· ἐκ βοὸζ, ὠβήδ | |
| ὠβὴδ, Ἰεσσαί· τοῦ δ’ ἐκ μέγ(ας) ἔπλετο δαυΐδ· | |
| δαυίδης δὲ, νάθαν· ὃς ματθὰν υἱὸν ἔτικτεν· | |
| ὃς μεννὰν· μεννὰν, μελέαν τέκε· τοῦ δ’ ἐλιακείμ· | |
| ὃς τὸν ἰωαννάν· ὃς τὸν ἰωσὴφ· ὃς τὸν ἰούδαν· | |
| γείνατο· τοῦ συμεὼν· τοῦ, λευί· τοῦ, ἄπο ματθάτ· | |
| τοῦδ' ἰωρήμ· τοῦ δ’ ἐλιέζερ· τοῦ δὲ, ἰωσήφ· | |
| τοῦ, δήρ· τοῦ δ’ ἐλμώδ· τοῦ δ’ αὖ πάϊς ἔπλετο κωσάμ· | |
| κωσὰμ ἔην ἐδδεί· τοῦ, μελχεί· τοῦ δ’ ἄπο νηρεί· | |
| τοῦ δ’ ἄπο σαλαθιήλ· ζοροβάβελ· ῥησὰ, ἰωνάν· | |
| ἰούδ(ας), ὠσὼκ· σεμέειν τὲ αὖ, ματθίας τε· | |
| (καὶ) μαὰθ ναγγαί· (καὶ) ἐσλείμ· τοῦ δ’ ἄπο ναούμ· | |
| ἀμὼς· ματταθίας (καὶ) ἰωσὴφ· ἠδὲ, ἰανναί· | |
| μελχεὶ· (καὶ) λευὶ· (καὶ) ματθὰτ· ἠλί· ἰωσήφ· | |
| λουκᾶς μ(ὲν) οὕτω· πῶς δὲ ματθαῖος μέγ(ας)· | |
| ἐξ ἀβραὰμ μ(ὲν) μέχρι δαυῒδ ὡς ἔφην. || | |
| ἔνθεν δὲ λουκᾶ τὴν ἰατρικὴν παρεὶς. | |
| σπορὰν τίθησι τοῦ γένους ἀνακτόρων· | |
| εἰσὶ δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. | |
| Δαυίδης, σολομῶν· ῥοβοὰμ· ἀβίας τε· ἀσά τε· | |
| τοῦ δ’ ἰωσαφὰτ ἔσκεν· ὁ δ’ ἕβδομο(ς) ἧεν ἰωράμ· | |
| ὀζίας ἠδ’ ἰωάθαμ· ἤδ’ ἀχὰς· ἐζεκίας τε· | |
| (καὶ) μανασσῆ· (καὶ) ἀμῶς· ἰωσίας· αὐτὰρ ἔπειτα | |
| ἰεχονίας· ἁλωτὸν ὃν ἤγαγον εἰς βαβυλῶνα· | |
| σαλαθιὴλ ζοροβάβελ· ἀβιούδ· ἠδ’ ἐλιακίμ· | |
| ἀζὼρ· τοῦ δὲ σαδώκ· τοῦ δ’ ἀχίν· τοῦ δ’ Ἐλιούδ· | |
| τοῦδ’ ἐλεάζαρ ἔην· τοῦ ματθὰν· τοῦ δὲ, ἰακώβ· | |
| ὕστατο(ς) ὃς δοκέεσκε πατὴρ χριστοῖο, ἰωσήφ:- |
| Type(s) | [6817] Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ (43 verses) |
| Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
| Text status | Text completely known |
| Date | 14th c. |
| Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
| Place in Manuscript | f. 59r-60r |
| Contextual information | The epigram, along with other poems, precedes the Gospel of Luke. |
| Metre(s) | Dactylic hexameter |
| Genre(s) | Text-related epigram |
| Subject(s) | |
| Comment | Each line of the epigram is preceded by a paraphrase in prose, written in red ink. These verses are transmitted within Gregory of Nazianzus' poem I,1,18 (vv. 60-102) but in this manuscript they are presented as an independent poem. |
| Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
| Bibliography | |
| Number of verses | 43 |
| Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Permalink | http://dev.dbbe.ugent.be/occurrences/25587 |
Last modified: 2021-03-09.
