Type 2019
(formerly typ/105)
| Ναυκρατίου μεγάλου γλυκερὸς πόνος ὅν ποτε κεῖνος | |
| γέγραφε δακρυχέων, στεῖλε δ' ἀδελφεοῖσιν. | |
| Ἀγγελίην πολύστονον αἰαῖ κλαύσατε παῖδες, | |
| ὀρφανίην πατέρος κλαύσατ' ἐπὶ ξενίῃ· | |
| ἔπτη γὰρ Θεόδωρος ἐς οὐρανίους βασιλείας, | |
| οὐκ ἔτ' ἔνι, Στουδίῳ δ' εὐαγὲ ἐκτελεῖται. |
Last modified: 2026-01-19.
