Type 2029
(formerly typ/110)
| Ὁ παρθένος τί; Τὸν τεκόντα τὸν κάτω | |
| λιπών, τεκόντα τὸν Θεὸν κτᾶται μόνον. | |
| Ὡς παρθένος γάρ, πρὸς τὸν ἐκ τῆς Παρθένου | |
| καλοῦντα Χριστόν, οἷα συγγενὴς τρέχει. | |
| Ἐντεῦθεν εἰς τὸ στῆθος Αὐτοῦ γνησίως | |
| πεσών, ἐκεῖθεν τὴν ἄβυσσον λαμβάνει | |
| τῆς γνώσεως καὶ πάντα πλουτεῖ τὸν κόσμον, | |
| μυστηρίων ἄγνωστα καὶ τοῖς ἀγγέλοις. | |
| Θεηγόρος τέταρτος οὖν Ἰωάννης | |
| Εὐαγγελιστής, ἀλλʹ ἐν ὕψει δογμάτων | |
| πρῶτος, μέγιστος, ἄκρος, ἀρχὴ καὶ τέλος. |
Last modified: 2026-01-19.
