Type 2094
(formerly typ/164)
| Τὸν ἐκ τελώνου θαύμασον θεηγόρον | |
| Εὐαγγελιστὴν πρῶτον ἐκλελεγμένον, | |
| ὀλέθριον λιπόντα κέρδος χρημάτων | |
| καὶ ζῶντα κερδάναντα τὸν Θεὸν Λόγον, | |
| ἔθνη μαθητεύσαντα πάντα καὶ κόσμον, | |
| καλῶς τελωνήσαντα καὶ σωτηρίως. | |
| Ματθαῖος οὗτος, ὃς διδάσκει συγγράφων, | |
| ὡς ἐν σαγήνῃ τῇ θεοπλόκῳ βίβλῳ | |
| πλέκων τὰ θεῖα τοῦ κενωθέντος Λόγου | |
| καὶ σάρκα προσλαβόντος ἐκ τῆς Παρθένου, | |
| τῷ ζῶντι καὶ τρέφοντι τὰς ψυχὰς λόγῳ | |
| ζωγρεῖ πρὸς εὐσέβειαν ἀνθρώπων γένος. |
Last modified: 2026-01-19.
