Type 2125
(formerly typ/187)
| Ψαλμῶν τὸ τεῦχος ἐσφραγισμένοις χάρις, | |
| εὔρυθμος ᾠδὴ καὶ παθοκτόνον μέλος | |
| ἐχθροῦ πονηρὰν προσβολὴν καταστρέφον· | |
| Δαυὶδ γὰρ νῦν πάρεστι καὶ λαλεῖ ξένα, | |
| ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησίᾳ, | |
| ἐν γῇ μελῳδεῖ καὶ συνᾴδει τοῖς ἄνω | |
| καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω | |
| καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίας, | |
| πληροῖ δὲ φωτὸς τὰς φρένας τοῦ κτωμένου | |
| καὶ προσοικειοῖ τῷ φιλανθρώπῳ λόγῳ. | |
| Ποιητὰ οὖν μου, λυτρωτὰ καὶ οἰκτίρμον, | |
| ὃς πάντας ἡμᾶς εἰς τὸ σωθῆναι θέλεις, | |
| νοσοῦντα ὁμοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα | |
| ἡ σὴ τάχος με προφθάσοι χάρις, Σῶτερ, | |
| μακρὰν τὰ πάθη ἐξ ἐμοῦ ποιουμένη. | |
| Ἀμήν· γένοιτο εἰς ἅπαντά μου χρόνον | |
| Μιχαὴλ μοναχῷ εὐτελεῖ καὶ ἀλίτρῳ. |
Last modified: 2026-01-19.
