Type 2264
(formerly typ/314)
| Φυγὼν Ὀδυσσεὺς τὸν μαχησμὸν Ἰλίου, | |
| πλῆθος Κικόνων, Λωτοφάγων τοὺς δόλους, | |
| Κύκλωπος δεινὸν ὄμμα τοῦ βροτοκτόνου, | |
| τὴν Λαιστρυγόνων ὠμότητα καὶ Κίρκης | |
| τρόπους ἀδήλους καὶ μεμηχανευμένους, | |
| Ἅιδου τὸ φρικτὸν καὶ τὸν Σειρήνων φθόγγον, | |
| πέτρας τε πλαγκτὰς καὶ Χαρύβδεως στόμα, | |
| Σκύλλης τὸ δεινὸν καὶ βίαιον, ὡς ἔφη, | |
| υἱοῦ χεροῖν τέθνηκεν ἐν τῇ πατρίδι. |
Last modified: 2026-01-19.
