Type 2344
(formerly typ/411)
| Ἡ βίβλος αὕτη τοῦ κρατίστου δεσπότου | |
| θείων πέφυκεν ὁπλοθήκη δογμάτων, | |
| παντευχίαν φέρουσα καὶ πανοπλίαν | |
| ἄρρηκτον, ἀκράδαντον, ἀδαμαντίνην· | |
| τοῦ γὰρ δυνατοῦ τὰ τεθηγμένα βέλη, | |
| ἃ πηγνύουσιν οἱ στρατηγοὶ τοῦ λόγου | |
| τῶν τοῦ κρατοῦντος δυσμενῶν ἐν καρδίᾳ, | |
| ἐνταῦθα κεῖνται πάντα συνειλεγμένα | |
| τῷ συγκροτησμῷ τοῦ σοφοῦ προμηθέος, | |
| Ἀλεξίου γῆς Αὐσόνων βασιλέως | |
| θεόφρονος, μέδοντος, εὐσεβεστάτου, | |
| ὃν ἡ πρόνοια τοῦ φιλανθρώπου λόγου | |
| ἐν ἐσχατιᾷ τῶν χρόνων τῶν δυσκόλων | |
| καὶ τῶν ἀναγκῶν τῶνδε τῶν πολυπλόκων | |
| ἤνεγκεν εὐτύχημα Ῥωμαίοις μέγα, | |
| στρατηγὸν εὐμήχανον, ἠκριβωμένον, | |
| ἀρχηγὸν εὐδόκιμον, ἐξῃρημένον | |
| καὶ πρὸ κράτους τείχισμα καὶ μετὰ κράτος, | |
| πύργωμα, κραταίωμα τῆς σκηπτουχίας, | |
| οὗ τὰ κατορθώματα πολλὰ καὶ ξένα | |
| καὶ τὰ τρόπαια τὰ κατ’ ἐχθρῶν μυρία· | |
| σφραγὶς δὲ πάντων καὶ κορωνὶς αἰσία | |
| ἡ δογματικὴ τυγχάνει πανοπλία | |
| τῆς ὀρθοδόξου πίστεως ἡ στερρότης. | |
| ἡ συλλογὴ γὰρ τῶν θεοπνεύστων λόγων | |
| γνώρισμα λαμπρὸν εὐσεβοῦς βασιλέως. | |
| ὁ συρραγῆναι τοῖς ἐναντίοις θέλων | |
| καὶ πρὸς λογικὴν συμβάλειν αὐτοῖς μάχην, | |
| τούτοις κατ’ αὐτῶν εὖ τεθωρακισμένος | |
| τοῖς μηχανικοῖς ἀπτοήτως ἐξίτω. |
Last modified: 2026-01-19.
