Type 2359
(formerly typ/428)
| Ἐκ παλαιοῦ ἤθροισε ῥήτορος γλώττης | |
| ἀκροθίνια μαρτύρων, ἀποστόλων | |
| πάντων προφητῶν, δικαίων καὶ ὁσίων | |
| ἀριστεύματα κατὰ τοῦ ἀντιπάλου | |
| Κωνσταντῖνος νέος, ὃς ποθήσας τούτων | |
| τὰς ἀριστείας ἄνθεσιν ἀπανθίσαι | |
| βιβλίοις τεῦξε παγκάλλους, εὐμεγέθεις, | |
| ἤνθισεν, ἐποίκιλεν, ἤδη κατέχει. | |
| Ἀλλʹ ὦ ἄναξ πάντων τε καὶ στεφοδότα, | |
| δώρησαι τούτῳ τῆς στάσεως ἐκείνων. |
Last modified: 2026-01-19.
