Type 2438
(formerly typ/508)
| Εἴληφε τέρμα βίβλος ἡγλαϊσμένη | |
| Χριστοῦ φέρουσα τοὺς θεοφθόγγους λόγους. | |
| Ἔγραψε ταύτην Νικόλαος ἐν πόθῳ. | |
| Ἐν ἐπισκόποις ἀρχιερεὺς ὑπάρχων | |
| γαίας Καλαβρίτιδος, Ῥηγίου πόλις | |
| καὶ Σικελίας Θρηνακρίτιδος χώρας, | |
| θησαυρὸν ἀυτὴν ὥσπερ ἄφθαρτον μέγα | |
| ἔχειν θελήσας παντὸς ἐυκλεεστέραν | |
| χρυσοῦ σμαράγδου τʹ ἀργύρου τε πορφύρας | |
| καὶ μαργάρων τε τῶν σελασφορων λίαν | |
| ὕλης τε πάσης φιλτάτης ψευδολόγω. | |
| Τὰ φθαρτὰ γὰρ πέφυκε τέρπειν ἀφρόνων | |
| κτηνῶν δίκην αἴσθησιν, οἱ Χριστοῦ λόγοι | |
| τέρπουσιν, φωτίζουσιν ἐμφρόνων νόας | |
| καὶ προξενοῦσι τῶν μελλόντων τὸ κλέος. |
Last modified: 2026-01-19.
