Type 2634
(formerly typ/731)
| Ζωῆς τὸν ἄρτον Χριστὸν ἠξιωμένος | |
| φαγεῖν, ταφῆς λάμψαντα τῆς τριημέρου | |
| εὐαγγελιστὴς τυγχάνει Λουκᾶς τρίτος, | |
| ᾧ Παῦλος αὐτός, οὐρανὸν φθάσας τρίτον, | |
| καί, τὴν ἄνωθεν, τῶν ὑπὲρ νοῦν καὶ λόγον | |
| λόγων ἀκούσας, ἐκμυεῖ θεωρίαν. | |
| Οἵων ὁ Λουκᾶς εὐτυχεῖ διδασκάλων! | |
| Οὕτως ἄνωθεν οὗτος ἠκριβωμένος | |
| τὰ θεῖα θείως ἱστορεῖ, δεδειγμένος | |
| ῥήτωρ πυρίπνους, πάνσοφος θεηγόρος. |
Last modified: 2026-01-19.
