Type 2724
(formerly typ/831)
| Εὕρηκε τέρμα τὸ παρόν μοι πυκτίον | |
| καὶ παύλαν οὐχ᾽ εὕρηκε χεὶρ ἡ γραφέως, | |
| μοχθεῖ γὰρ ἀπέραντα φεῦ ἕως πότε, | |
| ἆρα μέχρις οὗ τάφος αὐτὴν δαμάσει· | |
| εἰ τοῦτό σοι δέδοκτο, Χριστέ μου λόγε, | |
| καὶ με προσεκλήρωσας ἐργώδει βίῳ | |
| τοῦ ζῆν ἀφορμὰς ἐκ τῶν χειρῶν μου ἔχειν, | |
| στέργων φέρω πλὴν καρδιακῷ τῷ πόνῳ | |
| ἰσχὺν μόνον μοι τὸ κράτος σου διδότω. |
Last modified: 2026-01-19.
