Type 2728
(formerly typ/837)
| πᾶσι μὲν τοῖς βλέπουσι πρὸς φθαρτὰ φύλλα | |
| χρυσὸς λίθοι μάργαρος ἀργύρου φύσις | |
| τῷ δεσπότη δὲ τοῦ παρόντος βιβλίου | |
| τῷ τε Μουγδουφῇ κυρῷ τῷ Γεωργίῳ | |
| οὐ χρυσὸς οὐκ ἄργυρος οὐκ ἄλλο τούτων | |
| εἰ μὴ μελωδῶν εὐλογεῖν τὸν δεσπότην | |
| κατὰ τὸν Δαυὶδ ἑπτάκις τῆς ἡμέρας | |
| οἴω πόθω τέτυχε τὴν βίβλον ταύτην | |
| ἐκ καρδίας ὅλης τε αὐτοῦ ἰσχύος· | |
| ἐξόδου πολλοῦ καὶ τύρβου καὶ μεμίμνων | |
| ἀνθ᾽ ὧν βροτουργὲ παντάναξ κοσμ᾽ ἐργάτα | |
| εὐθυμίαν πάρεσχε καὶ σωτηρίαν | |
| τοὺς υἱοὺς εὐλόγησον σωτὴρ τοὺς τούτου | |
| καὶ τὰ διαβήματα εὔθυνον αὖθις | |
| τῶν παίδων τούτου καὶ τῆς μητρὸς ὡσαύτως | |
| ὅπως παραμένουσι τῷδε τῷ βίῳ | |
| ἐκ πάσης νόσου καὶ λύπης ἄτερ | |
| καὶ πληροῖν προστάγματα τῶν ἐντολῶν σου | |
| τύχωσιν αὖθις τὴν Ἐδὲμ κατοικίαν |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | |
| Bibliography |
Bibliography category to be determined
|
| Number of verses | 19 |
| Occurrence(s) |
[18378] πᾶσι μὲν τοῖς βλέπουσι πρὸ(ς) φθαρτὰ φύλλα
[1297]
CAMBRIDGE - University Library - Dd. IX. 69 [1297] (f. 293r-293v) (19 verses) |
| Identification | Vassis ICB 2005, 602: "Librarii subscr." |
| Permalink | http://dev.dbbe.ugent.be/types/2728 |
Last modified: 2026-01-19.
