Type 2831
(formerly typ/931)
| Πόθος πόθων εἷλκὲ με πρὸ πόθων πόθος, | |
| ἵνα τέλος δέξηται ὁ παρὼν πίναξ· | |
| πάλιν πόθος τήκει με σφοδρὸς καὶ μέγας, | |
| ἵνα τὴν πατρίδα μου ταχέως ἴδω, | |
| καί τῆς γεννησάσης με εὐχὰς λαμβάνω. | |
| Ὥσπερ πληροφορημένος ἐδέξω τάδε | |
| οὕτω τὴν πατρίδα σου ταχέως ἴδοις. | |
| Ἔχων χεῖρας αἵματος πλήρεις, μεμολυσμένας | |
| οἴμοι ὁ πανάθλιος ἐγὼ ὁ τάλας· | |
| πῶς γὰρ νῦν ἐτόλμησα γράφειν τὴν δέλτον ταύτην· | |
| ἔχων χείλη ρυπαρά, ψυχὴν μεμολυσμένην· | |
| ὅλος γὰρ αἰσχρῶς ὑπόκειμαι τοῖς πάθεσιν ὁ τάλας, | |
| πλὴν οὐκ ἀπογνώθει με τῆς πανευσπαχνίας | |
| ἀλλά θερμοῖς τοῖς δάκρυσι, ψυχῇ συντετριμμένῃ | |
| προσέρχομαι παμβασιλεῦ τῇ σῇ φιλανθρωπίᾳ | |
| δέξαι κἀμὲ ὡς τὸν ἄσωτον, δέξαι με ὡς τὸν τελώνην | |
| δέξαι με ὡς τὸν Μανασσῆν τὸν τοῖς εἰδώλοις θυόν(τα). | |
| καὶ Νινευῒ μυριάνθρωπον μὴ θέλης ἀφανίσαι· | |
| καὶ τί με χρὴ μακρολογεῖν, ἥμαρτον πάτερ | |
| ἥμαρτον ὡς οὐδείς ἄλλος ἐν βίῳ· | |
| ἀλλὰ τὰ σπλάγχνα τὰ χρηστὰ Σῶτερ ὑπάνοιξόν μοι | |
| καὶ δός μοι χεῖρα Δέσποτα ὥς ποτε καὶ τῷ Πέτρῳ | |
| ὅπως αἱ βάσεις τῶν ποδῶν λόγε στερεωθῶσιν, | |
| ἵνα ὀρθῶς συνίσταμαι ὀρθῶς καὶ βηματίζω | |
| καὶ ἀνυμνῶ τὸ ἄπειρον τῆς σῆς δημιουργίας | |
| καὶ προσκυνῶ τὸ εὔσπλαχνον τῆς σῆς πανευσπλαχνίας. |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Metre(s) | Mixture |
| Tag(s) | |
| Bibliography |
Bibliography category to be determined
|
| Number of verses | 26 |
| Occurrence(s) |
[18508] Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος
[1239]
ATHOS - Mone Megistes Lauras Α 71 (Eustratiades 71) [1240] (f. 158r-158v) (26 verses) |
| Identification | Vassis ICB 2005, 628: "Librarii subscr." |
| Permalink | http://dev.dbbe.ugent.be/types/2831 |
Last modified: 2026-01-19.
