Type 2868
(formerly typ/969)
| Χριστὲ τὸ τέρμα τῆς καλῆς ταύτης βίβλου, | |
| ἑλοῦ τόν πόνον εἰς ἁμαρτίας λύσεις· | |
| τῆς καὶ νομικῆς καὶ τῶν συνόδων ῥήσεις | |
| Καὶ τῶν ὀπαδῶν καὶ σεπτῶν ἀποστόλων· | |
| πάντας ἀρρωγοὺς ἔχοιμεν καὶ φωστῆρας· | |
| λαμπρύνατε νῦν τὰς ζοφώδους μου γνώσεις· | |
| τοῦ δὲ ταπεινοῦ ἀλείτου Γεωργίου· | |
| τοῦ πίκλιν πατρώνυμον τοῦ Μαβροπόδου· | |
| τοῦ καὶ πατρίδος μελισσαίου τυχάνειν· | |
| οἵτινες ταύτην προκύπτοντες τὴν βίβλον· | |
| εὐχὰς γὰρ δότε τῷ θεῷ καὶ δεσπότῃ, | |
| λύσιν ῥᾳδίως εὕρειν ἁμπλακυμάτων. |
Last modified: 2026-01-19.
