Type 2895
(formerly typ/996)
| Πέτρου μαθητὴς τῆς πέτρας Χριστοῦ πέλων | |
| διδάσκαλος πέφηνας ἄμφω καὶ μέγας | |
| εὐαγγελιστὴς δεύτερος τοῦ Κυρίου | |
| τῆς μυριόχλου πληθύος τῶν θαυμάτων· | |
| ὅλην μὲν ὡς φῶς λαμπρύνων οἰκουμένην | |
| πᾶσαν δὲ τὴν Αἴγυπτον ἐκ πλάνης λύσας. | |
| Διὸ προθύμως μαρτυρήσας καὶ τέλος | |
| εὔχριστον εὑρών, Μάρκε, καὶ παρρησίαν | |
| ἔχων κατ’ ἄμφω πρὸς τὸν ὄντως δεσπότην | |
| τὸν τὴν σοφήν σου δέλτον ἐν πιστῷ πόθῳ | |
| τεύξαντα τήνδε ταῖς λιταῖς σου φωτίσας | |
| Θεοῦ με δείξαις δέξιον παραστάτην. |
Last modified: 2026-01-19.
