Type 2903
(formerly typ/1000)
| Χιλιάσιν ἓξ τοῦ κυκλουμένου ἔτους | |
| αὖθις ἑκατοντάσιν ὀκτὼ καὶ πάλιν | |
| τῇ πενταπλῇ πεντάδι συμπληρουμένου | |
| ἀπριλίῳ δ᾽ ἐν μηνὶ τῆς πληρεστάτης | |
| ἰνδικτιῶνος πεντάκις τρισσουμένης | |
| ἐν ἡμέρᾳ δὲ τῇ τρίτῃ καί εἰκάδι | |
| εἴληφε τέρμα βίβλος ἡ σεβασμία | |
| Νείλου πιναρᾷ χειρὶ τοῦ παναθλίου, | |
| συνεργίᾳ δὲ τοῦ καλοῦ Κωνσταντίου, | |
| ὅστις βαδίζων ὑποταγῆς ἐν τρίβοις | |
| πέρας ἱμερτὸν πρὶν ἰδεῖν τῆς πυκτίδος | |
| χερσὶ περιπέπτωκεν ἀνδρῶν αἱμάτων | |
| παρ᾽ ὧν σπαραχθεὶς ἐκπερᾷ πύλας βίου· | |
| ὑπῆρχε δ᾽ οὗτος ἡδὺς, εὐθὺς, χαρίεις, | |
| φίλος τε πιστὸς διπλόης πάσης ἆτερ, | |
| ὃν οὐ κρατὴρ ἔδειξε, καιρῶν δὲ ζάλη, | |
| καθὼς ἐγνωμάτευσε θεῖός τις πάλαι· | |
| οὗ πειραθεὶς ἔγνωκα καρδίας πλάτος, | |
| γνώμης ἀγαθῆς, ἱλαρᾶς ἐλευθέρας· | |
| ὃς δὴ μετελθὼν πρὸς τρίβους αἰωνίους, | |
| ἔλιπε φίλοις ἀφόρητον τὴν λύπην, | |
| βάλλουσιν εἰς νοῦν τὴν στέρησιν τοῦ φίλου. | |
| Οἱ χρώμενοι γοῦν τῇ παρούσῃ πυκτίδι | |
| εὔχεσθε τούτῳ λύσιν ἀγνοημάτων, | |
| κλήρου τε τυχεῖν πρὸς Θεοῦ τῶν πραέων. |
| Editorial status | Not a critical text |
| Genre(s) | Scribe-related epigram |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | |
| Bibliography | |
| Number of verses | 25 |
| Occurrence(s) |
[18590] χιλιάσιν ἓξ τοῦ κυκλουμ(έν)ου ἔτους
[1317]
ATHOS - Mone Megistes Lauras Α 99 (Eustratiades 99) [1317] (f. 261r-261v) (25 verses) |
| Identification | Vassis ICB 2005, 859: "Librarii subscr." |
| Permalink | http://dev.dbbe.ugent.be/types/2903 |
Last modified: 2026-01-19.
