Type 2930
(formerly typ/1029)
| Ἄννα βασιλὶς ἡ Παλαιολογίνα | |
| Δαβὶδ θεόπνουν πυκτίον βασιλέως | |
| ἔδρασε λαμπρὸν εἰς Θεοῦ μολπὴν λόγου | |
| αὐτῆς τε σῶστρον καὶ γόνου βασιλέως. | |
| Ἐτῶν χιλίων ἑξάκις περιόδῳ | |
| ὀκτακοσίων σὺν γε πεντηκοντάδι | |
| καὶ τετράδι τέτευχε Δαβὶδ πυκτίδα | |
| Ἄννα βασιλὶς ἀγλαὴν λαμπρὰν λίαν. |
Last modified: 2026-01-19.
