Type 2944
(formerly typ/1043)
| Πρόσταγμα πεπλήρωκα τοῦ ποθουμένου | |
| Σὺ δ᾽ ὦ λατρευτὰ τῆς τριφεγγοὺς οὐσίας | |
| Φίλε καθαρὲ καὶ Θεοῦ θείε δοῦλε | |
| Κύρι Γεώργιε τοὐπίκλην Ταρτούζου | |
| Εἴπερ θελήσης ὀφέλειαν νοὸς σου | |
| Καὶ ψυχῆς ἀγλάισιν εὖ εὕρις μᾶλλον | |
| Καὶ τερπνεῖν ὡράισιν διὰ παντὸς τοῦ δέμας | |
| Γένοιο λοιπὸν τῆς παρούσης ἐργάτης | |
| Δίελθε ταύτην κατατρυφῶν ἀίεν | |
| Τῆς ἀγχινύας ὡς ἀρίζηλος ταύτης | |
| Ἡμῖν δὲ κύρι καὶ τρισόλβιε φίλε | |
| Τῶ εὐτελεῖ τε καὶ τληπαθῆ γραφέα | |
| Θεοδώρω τοὔνομα καὶ τάχα θύτη | |
| Εὐχὰς ἀμοίβου, ὅπως τύχω ἐλέους | |
| Τῶν ἀπείρων καὶ πολλῶν μου σφαλμάτων | |
| Καὶ χαίροις κύρι, τῆ ψυχῆ καὶ τῶ σῶμα | |
| Τὸ δὲ τέρμα εἴληφεν μηνὸς ἀπριλλίου | |
| Τρὶς δυσχιλιὰς, ἑκατοντὰς ὀκτάς τε | |
| Σὺν ὀγδοηκοντάη τοῦ Ἀδὰμ ὀγδόη |
Last modified: 2026-01-19.
