Type 3008
(formerly typ/1110)
| Οἶδα μὲν οἶδα σφαλμάτων πολλῶν γέμον | |
| ὃ χερσὶν αὐτὸς πυξίον ἐγεγράφειν, | |
| ἀλλ᾽ ἐστέ μοι μέτριοι· καὶ γὰρ οὐκ ἔχω | |
| τὴν τεχνικὴν σύμμαχον ὀρθογραφίαν, | |
| πατρὶ δὲ πεισθεὶς Μαξίμῳ θείῳ θύτῃ, | |
| τῷ πρὸς χλόην ἄγοντι τὴν ζωηφόρον | |
| θρέμματα Χριστοῦ, πληθὺν ἀνθρώπων λέγω, | |
| τὴν χεῖρα τείνω, κἂν κινεῖσθαι μὴ σθένῃ. | |
| Νέμοιτέ μοι δέ, τῷ γραφεῖ Θεοκτίστῳ, | |
| λύσιν ἀπείρων ψυχικῶν ἐγκλημἀτων | |
| καὶ βασιλείας οὐρανῶν κληρουχίαν. |
Last modified: 2026-01-19.
