Type 3042
(formerly typ/1147)
| ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε | |
| τῆς παναχράντου καὶ βασιλίδος κόρης | |
| καὶ παντανάσσης Μαριὰμ τῆς παρθένου | |
| τῆς ὡς ἀληθῶς ὑπερευλογημένης | |
| ἧσπερ δομήτωρ Φιλόθεος ὁ μάκαρ | |
| φιλόξενός τε καὶ φιλόχριστος γέρων | |
| ἐν φιλαδέλφοις καὶ φιλοπτώχοις λίαν | |
| ἧς καὶ προεστὼς χαριέστατος φύσει | |
| ὡς ἱερουργῶν πανάριστος τὸν τρόπον | |
| Λουκᾶς ὁ θαυμάσιος ἐν μονοτρόποις | |
| καὶ χριστοπρεπὴς κατὰ τὰς διαθέσεις | |
| τάς τε νοητὰς καὶ προφανεῖς εὖ μάλα | |
| οὗπερ κελεύσει δεξιοτρόπου λόγου | |
| καὶ φιλοκάλω προτροπῆ διαγράφη | |
| ἐν ἧ τὰ θεσπέσια τοῦ τρισολβίου | |
| καὶ τρισμάκαρος στουδίτου Θεοδώρου | |
| καὶ πανσόφου κήρυκος ὀρθοδοξίας | |
| τὰ πνευματικὰ διεχαράχθη ξένως | |
| καὶ ῥητορικοῖς καλλιγραφήθη λόγοις | |
| εφ᾽ οἷς ὑπὲρ μάργαρον, ὑπὲρ χρυσίον | |
| ὑπὲρ διαυγεῖς ἄνθρακας καὶ λυχνίτας | |
| ὑπὲρ σμαράγδους καὶ τοπάζια ξένα | |
| τὰς θεσπεσίους καὶ μακαριωτάτους | |
| φέρει διδαχὰς τῶν ἐκείνου χειλέων | |
| εἰς κόσμον αὐτῆς ἀγλαέστατον φύσει | |
| καὶ χαριτουργόβρυτον αὔχημα μέγα | |
| ὅς γοῦν ἀποσπάσειε δυσμενοτρόπως | |
| τῆς μάνδρας αὐτὴν τῆς θεοφιλεστάτης | |
| ἀλλότριος γένοιτο δόξης κυρίου | |
| τοῦ παμβασιλεύοντος φύσει δεσπότου | |
| καὶ παντάνακτος τοῦ θεανθρώπου λόγου | |
| αὐτός δε παμφίλτατε τῆ διαθέσει | |
| καὶ τῆ φυσικῆ γλυκύτατε φιλία | |
| ὁ ταῦτ᾽ ἀναγνοὺς φιλομαθοῦντι τρόπω | |
| ἡμῶν χάριν εὔχοιο τεθλιμμένων | |
| ὡς ἄν πρὸς αὐτοῦ τοῦ θεανθρώπου λόγου | |
| καὶ παντάνακτος παμβασιλέως λέγω | |
| καὶ σοὶ χαριτόβρυτον εὐκαίρως κλέος | |
| εὐεργεσίας ἐξυπερτάτων φθάση | |
| ταῖς πανταχράντου Μαριὰμ προστασίαις |
| Editorial status | Not a critical text |
| Genre(s) | Patron-related epigram |
| Metre(s) | Dodecasyllable |
| Tag(s) | Dedication |
| Bibliography | |
| Number of verses | 40 |
| Occurrence(s) |
[18776] ἡ βίβλος αὕτη τῆς μονῆς πέλει ξένε
[1351-1400]
MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 211 (Vlad. 208) [14th c.] (f. 166r-166v) (40 verses) |
| Identification | Vassis ICB 2005, 292: "Nota possessionis libri" |
| Permalink | http://dev.dbbe.ugent.be/types/3042 |
Last modified: 2026-01-19.
