Type 3060
(formerly typ/1169)
| Ἁπλῷ μὲν λόγῳ καὶ κοινῷ καὶ κατημαξευμένῳ | |
| ὄργανον τὸ ψαλτήριον δεκάχορδον σημαίνει, | |
| ᾧτινι χρώμενοι τὸ πρὶν οἱ μελῳδοὶ πρὸς μέλος | |
| ἐν τούτῳ τὰ ψαλλόμενα καλλίστως ἐμελῴδουν. | |
| Εἰ δ’ ἴσως ἀναγωγικῶς ἐφερμηνεῦσαι θέλῃς, | |
| ψαλτήριον δεκάχορδον τὸν ἄνθρωπον σημαίνει. | |
| Ὥσπερ γὰρ εἶχε πρότερον δέκα χορδὰς ἐκεῖνο, | |
| οὕτω καὶ πᾶς τις ἄνθρωπος ἔχει δυνάμεις δέκα | |
| σωματικὰς καὶ ψυχικάς, καὶ δῆλον ἀπὸ τούτου· | |
| ψυχὴ γὰρ πᾶσα πέφυκε δυνάμεις ἔχειν πέντε, | |
| νοῦν, αἴσθησιν, διάνοιαν, δόξαν καὶ φαντασίαν· | |
| ὡσαύτως καὶ τοῦ σώματος ἴσμεν αἰσθήσεις πέντε, | |
| ὅρασιν, ὄσφρησιν, ἁφήν, ἀκοήν τε καὶ γεῦσιν. | |
| Ταῦτ’ οὖν ὑπαινιττόμενος ἔλεγεν ὁ προφήτης· | |
| ἐν δεκαχόρδῳ τῷ θεῷ ψάλατε ψαλτηρίῳ. |
Last modified: 2026-01-19.
