Type 3107
(formerly typ/1226)
| Τριπλῆς δεκάδος τὰς ἀναβάσεις βλέπων | |
| ἅπας μοναχὸς εὑτόνως βαδιζέτω | |
| σπεύδων πρός αὐτὴν βαθμίδα τὴν ἐσχάτην | |
| τὴν γὰρ κατ᾽ ἀρχὰς ἅπας ὑπερανέβη | |
| κἄν μὴ καλῶς πέφευγε τοὺς Αἰγυπτίους | |
| ἀλλ᾽ ἐν λογισμῷ τῶν λεβήτων τὰ κρέα | |
| καὶ τὸ σκοτεινὸν ἀμφαγαπᾷ χωρίον | |
| φύγωμεν οὐκοῦν κοσμικᾶς ἀκοσμίας | |
| ὡς ἂν ἐπάνω τῆς κατ᾽ ἀρχὰς βαθμίδος | |
| στῶμεν ποσὶν ἅπαντες ἠδραιωμένοις | |
| ἑξῆς δὲ πάλιν τῇ Θεοῦ συνεργίᾳ | |
| καὶ πρὸς τὰς ἄλλας ἀναβῶμεν βαθμίδας | |
| καὶ δὴ φθάσαντες εἴθε καὶ τὴν ἐσχάτην | |
| ἴδοιμεν αὐτὴν τὴν χάραν τοῦ Κυρίου | |
| εἰδ᾽ αὖ ραθύμως ἀναβῶμεν τὴν κάτω | |
| οὑ μὴ φθάσωμεν τὴν βάσιν τῆς δευτέρας | |
| λοιπὸν ριφέντες τῆς Κλίμακος ἀθλίως | |
| ἀχθῶμεν οἴμοι πρὸς βασάνου τὸν τόπον |
Last modified: 2026-01-19.
