Type 3177
(formerly typ/1320)
| Παῦλος μὲν εἷς ἦν τοῖς ἁποστόλοις μόνος | |
| καὶ Παῦλος εἷς πέφυκεν ἐν τοῖς ζωγράφοις· | |
| λαλεῖ δ᾽ ἐκεῖνος μέχρι τοῦ νῦν ἐν λόγοις, | |
| λαλεῖ πίναξιν οὕτως ἡ ζωγραφία. | |
| Λαμπτὴρ ἐκεῖνος ἁπάσης οἰκουμένης, | |
| οὗτος δὲ κόσμος ἁπάσαις ἐκκλησίαις· | |
| εἰ καὶ θέλεις, γίνωσκε τούτων πατρίδας· | |
| Ταρσεὺς ἐκεῖνος, οὗτος ἐξ Ὑδρουντίων. |
Last modified: 2026-01-19.
