Type 3222
(formerly typ/1357)
| Κριὸς προηγός ἐστιν, ἀρχὴ τοῦ χρόνου· | |
| Ταῦρος δέ, ταύρων οἶστρος εἰς Ἀφροδίτην· | |
| ζώων δὲ πάντων ζεῦξις ἐν τοῖς Διδύμοις. | |
| Καρκῖνος ἐστὶ φωσφόρος δ' ὀπισθόπους· | |
| Λέων δ' ὁ θερμός, ἑκπύρωσις τοῦ πόλου· | |
| ἡ Παρθένος δὲ δεῖγμα τῆς γεωργίας· | |
| Ζυγὸς μερισμὸς ἡμέρας πρός ἑσπέραν· | |
| σκορπισμός ἐστι τῆς σπορᾶς ὁ Σκορπίος· | |
| ὁ Τοξότης δὲ σύμβολον κυνηγίας· | |
| ὁ δ᾽ Αἰγόκερως, ἀγρίων παρρησία· | |
| Ὑδροχόος δέ, χεῦμα τῶν ὄμβρων κάτω· | |
| οἱ δ᾽ Ἰχθύες, δήλωσις ἰχθύων γένους. |
Last modified: 2026-01-19.
