Type 3244
(formerly typ/1380)
| Ἐν γραμμαῖς τὸν κόσμον ἀριθμηθέντα νόησον· | |
| ἄρκτους, ὠκεανόν, δύσιν, ἀντολίην τε νότον τε, | |
| χεῖμα, θέρος, φυσικάς τ' ἀτραποὺς, σκολιάς τε κελεύθους, | |
| Αἰθίοπάς τ' ἀδρανεῖς, Γερμανῶν δύσμορα φῦλα, | |
| Σαυρομάτας χοίροισιν ἐοικότας, ἠδὲ καὶ αὐτῆς | |
| αἰνομόρου Σκυθίης χαλεπὸν γένος, ἄχρις ἐς ἠῶ | |
| Ἰνδῶν τε Σηρῶν τε, τὸ γὰρ πέρας ἀντολίης γῆς. |
Last modified: 2026-01-19.
