Type 3265
(formerly typ/1398)
| Ὀππιανὸς κλέος εἷλον ἀείδιον· ἀλλά με Μοίρης | |
| βάσκανος ἐξήρπασε μίτος, κρυερός τ’ Ἀΐδης με | |
| καὶ νέον ὄντα κατέσχε, τὸν εὐεπίης ὑποφήτην. | |
| Εἰ δὲ πολύν με χρόνον ζωοῖς μίμνειν φθόνος αἰνὸς | |
| εἴασ’, οὐκ ἄν τίς μοι ἴσον γέρας ἔλλαχε φωτῶν. |
Last modified: 2026-01-19.
