Type 3285
(formerly typ/1426)
| Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς. | |
| δώσω τοι φίλον υἱόν· ἀτὰρ πεπρωμένον ἐστὶ | |
| σοῦ παιδὸς χείρεσσι λιπεῖν φάος· ὣς γὰρ ἔνευσε | |
| Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, | |
| οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα. |
Last modified: 2026-01-19.
