Type 3293
(formerly typ/1430)
| Ὅπλοις κραταιοῖς ἑλκύσας ζυγῷ στίφη | |
| ἀνενδότους φεῦ αὐχένας κάμψας κράτει | |
| καταλύσας δὲ δωτίναις εἶδος ἅπαν | |
| ἀνδρῶν γυναικῶν καὶ τόπων καὶ ταγμάτων | |
| νῦν εὖ νικῶν εἴργασται, ὦ σκιᾶς λάτρη, | |
| προφητελάτοις χαλινοῖς γνόφους στρέφων | |
| εὖ τοῦ παθόντος τῷ νικηθῆναι λόγῳ | |
| ἄλλοις χρόνοις ἤκουσε πολλὰ πολλά σοι | |
| τελοῖεν εὐχαῖς ἀλαλαζόντων ἔτη | |
| θρυλλοῖτὸ νῦν δὲ τοῖς ἀπείροις τῶν χρόνων | |
| ὁ στρατιώτης, ὁ στρατηγός, ὁ βρέμων | |
| Καντακουζηνὸς ὡς ἄναξ Ἰωάννης | |
| σεπτοῖς τε συζῶν ἁγίοις Ἰωάσαφ . | |
| τάξει πάσῃ γὰρ ἐξέλαμψεν ἐλλόγως. |
Last modified: 2026-01-19.
